Psalms 46
1 ▼▼LXX: Psa.45:1
Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε, ὑπὲρ τῶν κρυφίων ψαλμός. ▼▼LXX: Psa.45:2
Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. 2 ▼▼LXX: Psa.45:3
διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. 3 ▼▼LXX: Psa.45:4
ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. διάψαλμα. 4 ▼▼LXX: Psa.45:5
τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ· ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. 5 ▼▼LXX: Psa.45:6
ὁ θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωί. 6 ▼▼LXX: Psa.45:7
ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. 7 ▼▼LXX: Psa.45:8
κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ. διάψαλμα. 8 ▼▼LXX: Psa.45:9
δεῦτε ἴδετε τὰ ἔργα κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς. 9 ▼▼LXX: Psa.45:10
ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. 10 ▼▼LXX: Psa.45:11
σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. 11 ▼▼LXX: Psa.45:12
κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ.
Copyright information for
LXX